Δυστυχώς φίλοι έχω σβήσει όλα τα λινκ διότι δέχθηκα κάποια μηνύματα περί πνευματικών δικαιωμάτων όχι για τη μουσική μα για τους στίχους από κάποιο απόγονο του ποιητή. Ωστόσο συγκέντρωσα ολόκληρη τη α' ραψωδία σε ένα άλλο λογαριασμό που ελπίζω να μείνει κρυφός από τον εν λόγω κύριο που απείλησε με μηνύσεις.
Εδώ λοιπόν σας βάζω όλα τα λινκ της πρώτης ραψωδίας.
Μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ’ ἐτελείετο βουλή·
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Τίς γάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆι χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
«Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι·
παῖδα δ' ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ ἄποινα δέχεσθαι,
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.»
Ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·
«Μή σε, γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης,
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.»
Ὣς ἔφατ’· ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ·
βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὁ γεραιὸς
Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ·
«Κλῦθί μευ, Ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
ταύρων ἠδ’ αἰγῶν, τὸδε μοι κρήηνον ἐέλδωρ·
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.»
Ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο,
αὐτοῦ κινηθέντος· ὁ δ’ ἤιε νυκτὶ ἐοικώς·
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν, μετὰ δ᾽ ἰὸν ἕηκε:
δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο:
50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
βάλλ᾽: αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
τῇ δεκάτῃ δ᾽ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:
55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη:
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
οἳ δ᾽ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς:
Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς:
ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾽ ὄναρ ἐκ Διός ἐστιν,
ὅς κ᾽ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
65εἴτ᾽ ἄρ᾽ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται ἠδ᾽ ἑκατόμβης,
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο: τοῖσι δ᾽ ἀνέστη
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ᾽ ἄριστος,
70ὃς ᾔδη τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,
καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων:
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος:
τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν:
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί:
80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ:
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
‘85θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα:
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
90συμπάντων Δαναῶν, οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς,
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων:
οὔ τ᾽ ἄρ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται οὐδ᾽ ἑκατόμβης,
ἀλλ᾽ ἕνεκ᾽ ἀρητῆρος ὃν ἠτίμησ᾽ Ἀγαμέμνων,
95οὐδ᾽ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾽ ἄποινα,
τοὔνεκ᾽ ἄρ᾽ ἄλγε᾽ ἔδωκεν ἑκηβόλος ἠδ᾽ ἔτι δώσει:
οὐδ᾽ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
πρίν γ᾽ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
ἀπριάτην ἀνάποινον, ἄγειν θ᾽ ἱερὴν ἑκατόμβην
100ἐς Χρύσην: τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
’
ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο: τοῖσι δ᾽ ἀνέστη
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην:
105Κάλχαντα πρώτιστα κάκ᾽ ὀσσόμενος προσέειπε:
μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας:
αἰεί τοι τὰ κάκ᾽ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ᾽ οὔτέ τί πω εἶπας ἔπος οὔτ᾽ ἐτέλεσσας:
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
110ὡς δὴ τοῦδ᾽ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
οὕνεκ᾽ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾽ ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115οὐ δέμας οὐδὲ φυήν, οὔτ᾽ ἂρ φρένας οὔτέ τι ἔργα.
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾽ ἄμεινον:
βούλομ᾽ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι:
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽ ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε:
120λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς:
Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά:
125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
λαοὺς δ᾽ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες: αὐτὰρ Ἀχαιοὶ
τριπλῇ τετραπλῇ τ᾽ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
‘μὴ δ᾽ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ᾽ Ἀχιλλεῦ κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. ἦ ἐθέλεις ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾽ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι;
135ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται: εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος ἄξω ἑλών: ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140ἀλλ᾽ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, νῦν δ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐν δ᾽ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ᾽ ἑκατόμβην θείομεν, ἂν δ᾽ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν: εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν, ὄφρ᾽ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
‘ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾽ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν: οὐ γὰρ πώποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155οὐδέ ποτ᾽ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ καρπὸν ἐδηλήσαντ᾽, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: ἀλλὰ σοὶ ὦ μέγ᾽ ἀναιδὲς ἅμ᾽ ἑσπόμεθ᾽ ὄφρα σὺ χαίρῃς, τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
160πρὸς Τρώων: τῶν οὔ τι μετατρέπῃ οὐδ᾽ ἀλεγίζεις: καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ᾽ Ἀχαιοὶ Τρώων ἐκπέρσωσ᾽ εὖ ναιόμενον πτολίεθρον:
165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσ᾽: ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ᾽ ὀλίγον τε φίλον τε ἔρχομ᾽ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δ᾽ εἶμι Φθίην δ᾽, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170οἴκαδ᾽ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ᾽ ὀΐω ἐνθάδ᾽ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
φεῦγε μάλ᾽ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ᾽ ἔγωγε λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν: πάρ᾽ ἔμοιγε καὶ ἄλλοι
175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων: αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε: εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾽ ἔδωκεν: οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω, οὐδ᾽ ὄθομαι κοτέοντος: ἀπειλήσω δέ τοι ὧδε: ὡς ἔμ᾽ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾽ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι πέμψω, ἐγὼ δέ κ᾽ ἄγω Βρισηΐδα καλλιπάρῃον
185αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ᾽ ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
ὣς φάτο: Πηλεΐωνι δ᾽ ἄχος γένετ᾽, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὃ δ᾽ Ἀτρεΐδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ἧος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δ᾽ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ᾽ Ἀθήνη
195οὐρανόθεν: πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε: στῆ δ᾽ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη: τῶν δ᾽ ἄλλων οὔ τις ὁρᾶτο: θάμβησεν δ᾽ Ἀχιλεύς, μετὰ δ᾽ ἐτράπετ᾽, αὐτίκα δ᾽ ἔγνω
200Παλλάδ᾽ Ἀθηναίην: δεινὼ δέ οἱ ὄσσε φάανθεν: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: τίπτ᾽ αὖτ᾽ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω:
205ᾗς ὑπεροπλίῃσι τάχ᾽ ἄν ποτε θυμὸν ὀλέσσῃ.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·«Ἧλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρηἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·A 210ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶραὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν.»A 215Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·«Χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαικαὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτοῦ.»Ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,A 220ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησεμύθῳ Ἀθηναίης· ἣ δ' Οὔλυμπον δὲ βεβήκειδώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσινἈτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·A 225«Οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο,οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναιοὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶντέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν ἈχαιῶνA 230δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζουςA 235φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεφύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶνἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμισταςπρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·A 240ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶνσύμπαντας· τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περχραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιοθνήσκοντες πίπτωσι· σὺ δ' ἔνδοθι θυμὸν ἀμύξειςχωόμενος ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.»A 245Ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃχρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός·Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·A 250τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπωνἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντοἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·«Ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·A 255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδεςἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷεἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι.ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·A 260ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖνἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον.οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶνΚαινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον ΠολύφημονA 265Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισι·κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντοφηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼνA 270τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ· κείνοισι δ' ἂν οὔ τιςτῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·A 275μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·μήτε σὺ Πηλείδη 'θελ' ἐριζέμεναι βασιλῆϊἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆςσκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.A 280εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,ἀλλ' ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγελίσσομ' Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσινἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.»
A 285Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·«Ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀΐω·A 290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντεςτοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;»Τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·«Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμηνεἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·A 295ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγεσήμαιν'· οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀΐω.ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι·χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρηςοὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες·A 300τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃτῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἷδε·αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.»Ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσινA 305ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσαςἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·Ἀτρεΐδης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,ἐν δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβηνA 310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃονεἷσεν ἄγων· ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.Οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,λαοὺς δ' Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,A 315ἕρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβαςταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο·κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.Ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνωνλῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆϊ,A 320ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·«Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·χειρὸς ἑλόντ' ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαιA 325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.»Ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο,Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃA 330ἥμενον· οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆαστήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο·αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·«Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,A 335ἆσσον ἴτ'· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ' Ἀγαμέμνων,ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.ἀλλ' ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρηνκαί σφωϊν δὸς ἄγειν· τὼ δ' αὐτὼ μάρτυροι ἔστωνπρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπωνA 340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ' αὖτεχρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναιτοῖς ἄλλοις· ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει,οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.»A 345Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ,ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,δῶκε δ' ἄγειν· τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺςδακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,A 350θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον·πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·«Μῆτερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαιΖεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν·A 355ἦ γάρ μ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.»Ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ' ὀμίχλη,A 360καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος,χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·«Τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.»Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·A 365«Οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ' ἀγορεύω;ᾠχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,ἐκ δ' ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.A 370Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνοςἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνωνλυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα,στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνοςχρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,A 375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶαἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·A 380χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ' Ἀπόλλωνεὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶθνῇσκον ἐπασσύτεροι, τὰ δ' ἐπῴχετο κῆλα θεοῖοπάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντιςA 385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο.αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰςἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες ἈχαιοὶA 390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντεςκούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·ἐλθοῦσ' Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τιA 395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσαεὐχομένης ὅτ' ἔφησθα κελαινεφέϊ Κρονίωνιοἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοιA 400Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον,ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντεςΑἰγαίων' — ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων —A 405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν.τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνωναἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι ἈχαιοὺςA 410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἣν ἄτην ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.»Τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·«Ὤ μοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα;A 415αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμωνἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντωνἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳA 420εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιμήνι' Ἀχαιοῖσιν, πολέμου δ' ἀποπαύεο πάμπαν·Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆαςχθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο·A 425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.»Ὣς ἄρα φωνήσασ' ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦχωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸςA 430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺςἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντοἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ,ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντεςA 435καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν·ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.A 440τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺςπατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·«Ὤ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνπαῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβηνῥέξαι ὑπὲρ Δαναῶν ὄφρ' ἱλασόμεσθα ἄνακτα,A 445ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν.»Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρωνπαῖδα φίλην· τοὶ δ' ὦκα θεῷ ἱερὴν ἑκατόμβηνἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.A 450τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών·«Κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκαςΚίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·ἦ μὲν δή ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν·A 455ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ·ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.»Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,A 460μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν·καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνονλεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,A 465μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖταδαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,A 470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντοκαλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶνμέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων.A 475Ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·A 480οἳ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν,ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμαστείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης·ἣ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,A 485νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσανὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν·αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.Αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισιδιογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·A 490οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειρανοὔτέ ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆραὖθι μένων, ποθέεσκε δ' ἀϋτήν τε πτόλεμόν τε.Ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς,καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες/p>A 495πάντες ἅμα, Ζεὺς δ' ἦρχε· Θέτις δ' οὐ λήθετ' ἐφετμέωνπαιδὸς ἑοῦ, ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης.ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλωνἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·A 500καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνωνσκαιῇ, δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσαλισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·«Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησαἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·A 505τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλωνἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ' ἂν ἈχαιοὶA 510υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.»Ὣς φάτο· τὴν δ' οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,ἀλλ' ἀκέων δὴν ἧστο· Θέτις δ' ὡς ἥψατο γούνωνὣς ἔχετ' ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·«Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσονA 515ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδῶὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.»Τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·«Ἦ δὴ λοίγια ἔργ' ὅ τέ μ' ἐχθοδοπῆσαι ἐφήσειςἭρῃ ὅτ' ἄν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·A 520ἣ δὲ καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσινεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃἭρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·A 525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστοντέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸνοὐδ' ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.»Ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων·ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτοςA 530κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον.Τώ γ' ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειταεἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου,Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ' ἅμα πάντες ἀνέστανἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτληA 535μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες.ὣς ὃ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου· οὐδέ μιν Ἥρηἠγνοίησεν ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰςἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·A 540«Τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντακρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοιπρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.»Τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·A 545«Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθουςεἰδήσειν· χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ·ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειταοὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ' ἀνθρώπων·ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαιA 550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.»Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη·«Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλῶ,ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα.A 555νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆατιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.»A 560Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·«Δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦμᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.εἰ δ' οὕτω τοῦτ' ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·A 565ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ,μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.»Ὣς ἔφατ' ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·A 570ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύεινμητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·«Ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά,εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,A 575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃπατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτενεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.A 580εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴςἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.»Ὣς ἄρ' ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλονA 585μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·«Τέτλαθι, μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαιθεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περχραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·A 590ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶταῥῖψε ποδὸς τετάγων ἀπὸ βηλοῦ θεσπεσίοιο,πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντικάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν·ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.»A 595Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσινοἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσινA 600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταδαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' Ἀπόλλων,Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.A 605Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήειςἭφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' Ὀλύμπιος ἀστεροπητής,A 610ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη